Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.54 Joseph. AJ 7.59 (English) >>Joseph. AJ 7.63

7.57ἐκ δὲ τῆς Ἐφραίμου φυλῆς δισμύριοι καὶ ὀκτακόσιοι τῶν δυνατωτάτων καὶ κατʼ ἰσχὺν διαφερόντων. ἐκ δὲ τῆς Μανασσήτιδος φυλῆς τοῦ ἡμίσους μύριοι ὀκτακισχίλιοι τῶν δυνατωτάτων. ἐκ δὲ τῆς Ἰσαχάρου φυλῆς διακόσιοι μὲν οἱ προγινώσκοντες τὰ μέλλοντα, ὁπλῖται δὲ δισμύριοι. 7.58ἐκ δὲ τῆς Ζαβουλωνίτιδος φυλῆς ὁπλιτῶν ἐπιλέκτων πέντε μυριάδες· αὕτη γὰρ φυλὴ μόνη πᾶσα πρὸς Δαυίδην συνῆλθεν· οὗτοι πάντες τὸν αὐτὸν ὁπλισμὸν εἶχον τοῖς τῆς Γάδου φυλῆς. ἐκ δὲ τῆς Νεφθαλίδος φυλῆς ἐπίσημοι καὶ ἡγεμόνες χίλιοι ὅπλοις χρώμενοι θυρεῷ καὶ δόρατι, ἠκολούθει δὲ φυλὴ ἀναρίθμητος οὖσα. 7.59ἐκ δὲ τῆς Δανίτιδος φυλῆς ἐκλεκτοὶ δισμύριοι ἑπτακισχίλιοι ἑξακόσιοι. ἐκ δὲ τῆς Ἀσήρου φυλῆς μυριάδες τέσσαρες. ἐκ δὲ τῶν δύο φυλῶν τῶν πέραν τοῦ Ἰορδάνου καὶ τοῦ λοιποῦ τῆς Μανασσήτιδος φυλῆς ὡπλισμένων θυρεὸν καὶ δόρυ καὶ περικεφαλαίαν καὶ ῥομφαίαν μυριάδες δώδεκα· καὶ αἱ λοιπαὶ φυλαὶ ῥομφαίαις ἐχρῶντο. 7.60τοῦτο δὴ πᾶν τὸ πλῆθος εἰς Γιβρῶνα πρὸς Δαυίδην συνῆλθε μετὰ πολλῆς παρασκευῆς σιτίων καὶ οἴνου καὶ τῶν πρὸς τροφὴν πάντων καὶ μιᾷ γνώμῃ βασιλεύειν τὸν Δαυίδην ἐκύρωσαν. ἐπὶ δὲ τρεῖς ἡμέρας ἑορτάσαντος τοῦ λαοῦ καὶ κατευωχηθέντος ἐν Γιβρῶνι, Δαυίδης μετὰ πάντων ἐκεῖθεν ἄρας ἧκεν εἰς Ἱεροσόλυμα.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.54 Joseph. AJ 7.59 (English) >>Joseph. AJ 7.63

Powered by PhiloLogic